6.2.7. Πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει τό τε λογιστικὸν καὶ τὸ θυµικὸν καὶ τὸ ἐπιθυµητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόµεθα. ἐν µὲν οὖν τῷ Τιµαίῳ περὶ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ µετέχει<ν> φησί, διαλεγόµενος ὧδέ πως γράφει· “µετέχει γε µὴν τοῦτο ὃ νῦν λέγοµεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ µεταξὺ φρενῶν ὀµφαλοῦ τε ἱδρῦσθαι λόγος.”
6.2.8. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόµενος ὧδέ πώς φησι· “τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡµῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίµονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαµεν οἰκεῖν µὲν ἡµῶν ἐπ’ ἄκρῳ τῷ σώµατι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡµᾶς αἴρειν.”
6.2.9. συναµφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυµητικὸν καὶ τὸ θυµοειδές, <ἐν> τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόµασεν· “ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόµουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήµατα ἔχον.”
6.2.10. ὁµοῦ δ’ αὖ πάλιν τὰ τρία µέρη τῆς ψυχῆς ἡµῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· “καθάπερ εἴποµεν πολλάκις ὅτι τρία τῆς ψυχῆς ἐν ἡµῖν εἴδη κατῴκισται.”
6.2.11. ὡσαύτως δὲ κἀν τῇ Πολιτείᾳ κατὰ µὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυµοειδοῦς προειρηκὼς ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυµητικοῦ, κἄπειθ’ ἑξῆς ζητῶν εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· “ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου ἢ λογιστικοῦ τι εἶδος, ὥστε µὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυµητικόν;”