6.1.13. ὥστ’ εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυµαστὸν ἓν πρᾶγµα καὶ πάθος ὀνοµάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν µικρότερον τοῦ κατὰ φύσιν σφυγµόν, οὐ µὴν κατά γε ταὐτὸν σηµαινόµενον, ἀλλὰ κατὰ µὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, ἔστι [µὲν] γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγµὸν κίνησις δραστική, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν ἀλλὰ πάθος, ὅτι µὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις.

6.1.14. Oὕτως οὖν ἔχει κἀπὶ τοῦ θυµοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σηµαινόµενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄµετροι κινήσεις εἰσὶ καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σηµαινόµενον.

6.1.15. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ µέγας σφυγµός ἐστι, τοιοῦτον κατὰ τὴν τοῦ θυµοειδοῦς ὁ θυµός, οἷον δ’ αὖ πάλιν ὁ µικρὸς σφυγµός, τοιοῦτον ἡ ἀθυµία. αὕτη µὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυµοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυµούς.

6.1.16. ταύτῃ τε οὖν ἐνέργειαί τε ἅµα καὶ πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σηµαινόµενον ἥ τε ὀργὴ καὶ ἡ λύπη καὶ ὁ φόβος καὶ ἡ ἐπιθυµία καὶ ὁ θυµὸς ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶµα µετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζῴου πάθος ἔσται κατ’ ἄµφω τὰ σηµαινόµενα.

6.1.17. πολλάκις µὲν γὰρ ἕπεται τῷ θυµοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυµητικῷ, καθάπερ ἑλκόµενά τε καὶ συρόµενα παραπλήσιον τρόπον, ὡς εἰ καὶ ξυνωρίδος ἵππων ὁ µὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅµ’ ἑαυτῷ µετὰ τοῦ σύµπαντος ἅρµατός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχώς, αὐτὸς δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ.

6.1.18. τηνικαῦτα γὰρ ἡ µὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ µὲν τὸ πρότερον σηµαινόµενον ἐνέργεια, —κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ—, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, —παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ—, ἀλλ’ ἤδη πάθος.

6.1.19. ἡ µέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σηµαινοµένων ἐνέργειά ἐστιν, ἀλλὰ κατ’ ἄµφω πάθος, εἴ γε µήτ’ ἐξ ἑαυτοῦ µήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ µὴ δραστικαί τινές εἰσι µήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους ἢ ὅλης τῆς χειρός.

6.1.20. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν ὥσπερ ἡ καρδία, ἀλλ’ ὅµως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστί τε καὶ λέγεται κατὰ τὸ δεύτερον σηµαινόµενον, εἰ καί τινες ὑπ’ ἀγυµνασίας τῆς περὶ τὰ σηµαινόµενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν ἀληθὲς µέν τι λέγοντες, ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σηµαινόµενον, ὅτι µέντοι µόνον οὕτως λέγειν ἀξιοῦσιν καὶ µὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρµηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν.

6.1.21. Oὕτως οὖν καὶ ὁ θυµὸς καὶ ἡ ἐπιθυµία καὶ πάθη καὶ ἐνέργειαι λεχθήσονται· τῶν γὰρ τῆς ψυχῆς συµφύτων δυνάµεων κινήσεις τινὲς ἄµετροί τε καὶ οὐ κατὰ φύσιν ὄντα διότι µὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάµεών εἰσιν, διότι δ’ ἀµέτρως, διὰ τοῦτο πάθη.

6.1.22. καὶ τῆς ὅλης µὲν ψυχῆς καὶ αὐτῶν δὲ τῶν κινουµένων δυνάµεων ἀµφοτέρων αἱ κινήσεις αὗται παρὰ φύσιν εἰσίν· ταῖς µὲν ἀλόγοις δυνάµεσι διὰ τὴν ἀµετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ διότι κατὰ φύσιν [ἐπεὶ] οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαµεν τὸν βίον ἡµῶν. ὅταν οὖν ἔµπαλιν διοικώµεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται.

6.1.23. διὰ ταύτας µὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις ἄν τε πάθος εἴπῃ τὸν θυµὸν ἢ τὴν ἐπιθυµίαν ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ µέµφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σηµαινόµενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόµασεν.