6.1.24. Eὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε µὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῆν καὶ τὸ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ τοὺς θυµούς.
6.1.25. καὶ µὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνοµάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὧδε γράφει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιηµάτων εἴτε παθηµάτων;”
6.1.26. διὰ παραδειγµάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόµενος ἐπιφέρων φησί· “τί οὖν; ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυµοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυµῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί <οἱ> γενέσθαι, ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν ὥσπερ τινὸς ἐρ‹ωτ›ῶντος ἐπορεγοµένην αὐτοῦ τῆς γενέσεως; —ἔγωγε—. τί δέ; τὸ ἀβουλεῖν καὶ µὴ ἐθέλειν µηδ’ ἐπιθυµεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τὰ ἐναντία ἐκείνοις θήσοµεν;”
6.1.27. αὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ µόνον ὅπερ ἐλέγοµεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῆν καὶ τὸ διψῆν καὶ ὅλως τὸ ἐπιθυµεῖν τινος ἢ ἐφίεσθαί τε καὶ φεύγειν εἴτε ποιήµατά τις εἴτε παθήµατα, τουτέστιν εἴτε ἐνεργείας εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν µερῶν τῆς ψυχῆς διδάσκουσαι.
6.2.1. Διὸ καὶ καλῶς ἂν ἔχοι µὴ παραδραµεῖν αὐτάς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡµῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγοµένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαµένους αὖθις τῶν ὀνοµάτων καὶ µὴ νοµίζειν ἐπιλανθά νεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγοµένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡµῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία µέρη διαιρεῖσθαι φάσκῃ.
6.2.2. καὶ γὰρ εἴδη καὶ µέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνοµάζοι τὸ λογιστικὸν καὶ τὸ θυµοειδὲς καὶ τὸ ἐπιθυµητικόν, ὥσπερ εἰ καὶ σώµατος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, µετὰ ταῦθ’ ὡς περὶ µερῶν αὐτῶν διαλέγοιτο.
6.2.3. καὶ γὰρ καὶ µέρη τοῦ σώµατος ἡµῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, —συµπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν—, καὶ µέντοι καὶ εἴδη τοῦ σώµατος οὐδὲν ἧττον·ἐν µόνοις γὰρ τοῖς ὁµοιοµερέσι τὸ διαφέρον εἶδος οὐκ ἔστιν, οἷον τὸ τῆς σαρκὸς µέρος ἢ τὸ τῆς φλεβὸς ἢ τὸ τῆς πιµελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ν ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνοµοιοµερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθµὸν ὁρίζει τοῖς µορίοις. τοιοῦτον δέ τι χρῆµα καὶ ἡµῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν ἐκ τριῶν µερῶν συγκειµένην.
6.2.4. εἰκάζει[ν] δ’ οὕτω τὸ µὲν ἐπιθυµητικὸν θηρίῳ ποικίλῳ τε καὶπολυκεφάλῳ, τὸ δὲ θυµοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱπποµόρφω µέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐµνηµόνευσεν, ὡς σαφέστερον ἐνδεικνύµενος ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς.
6.2.5. ὁ µὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώµατος κεχωρίσθαι νοµίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάµπολυ δια<λ>λάττειν εὐλόγως εἴδη τε καὶ µέρη προσαγορεύει· ὁ δ’ ᾿Αριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη µὲν ἢ µέρη ψυχῆς οὐκ ὀνοµάζουσιν, δυνάµεις δ’ εἶναί φασι µιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρµωµένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς µίαν οὐσίαν, οὕτως καὶ εἰς δύναµιν µίαν ἄγει καὶ τὸν θυµὸν καὶ τὴν ἐπιθυµίαν.
6.2.6. ἀλλ’ ὅτι µὲν οὐκ ὀλίγον ἁµαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡµῖν ἐπιδέδεικται· ὅτι δὲ οἱ περὶ τὸν ᾿Αριστοτέλην σφάλλονται µιᾶς οὐσίας τὰς τρεῖς δυνάµεις εἶναι νοµίζοντες, ἔν τε τοῖς ἔµπροσθεν ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ µετὰ τοῦτον λόγος ἀποδείξει.