36. Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη µὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήµατος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ µὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει. λελεγµένοι δ’ εἰσὶν ὀλίγον ἔµπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ µὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὖν ἀναπληρωθῇ µὲν τὸ κοῖλον, ὁµαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συµβαίνει. µέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταµένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι µὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή. τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξοµεν, ὃ περιποιῆσαι τῷ µέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρµατι. τοῦτ’ οὖν ἡµῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅµοιόν τι δέρµατι. τὴν γοῦν σάρκα δερµατώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινοµένη τε ἅµα καὶ τυλουµένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρµάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾂν ῥύπος ἐπιτραφῇ, σκοπὸς µὲν ἀποῤῥύψαι· φάρµακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρµάκων ἡ ὕλη. καὶ µὲν δὴ καὶ εἰ φλεγµονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδηµα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρηµένων µεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωµένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήµατα. καὶ περὶ µὲν τούτων ἅλις.

37. ᾿Επὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη γένος, εἰς πλείους διαφορὰς τεµνόµενον. ἀλλ’ ἀπὸ τοῦ σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ σχήµατος ἐξάλλαξιν γίνεται. τῶν µὲν οὖν ἔτ’ αὐξανοµένων οἷόν τε τὸ σχῆµα τῶν πλείστων µορίων ἐπανορθοῦσθαι, τῶν δ’ ηὐξηµένων οὐκέτι. σκοπὸς δ’ ὧν οἷόν τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς. εἰ δὲ κατάγµατος οὐκ ὀρθῶς διαπλασθέντος ἡµάρτηταί τινος κώλου σχῆµα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς, εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔµφραξις ἐκ ταὐτοῦ γένους τῶν νοσηµάτων. ἡ µὲν ὑπὸ γλίσχρων καὶ παχέων γινοµένη χυµῶν, ἕνα µὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει τὴν ἔµφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τµητικὰ τῶν φαρµάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐµφραχθείσης ἐντέρῳ, προτέραν µὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσµάτων, ἑξῆς δὲ τὴν κένωσιν ἐκ δριµέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν µὲν τῷ παραυτίκα τὴν µετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα τὴν διὰ τοµῆς κοµιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν µορίῳ περιεχοµένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ ἐπὶ τῶν ἐµπύων. ἡ δὲ ἄµετρος πλήρωσις ἐν ἀµέτρῳ κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵµατος. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν τραχεῖαν, ἢ πνεύµονα πύον ἢ αἷµα περιέχεται, παντελοῦς κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσµατος, ἢ πόµατος, ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις. ὅσα µὲν οὖν ἐν πνεύµονί τε καὶ θώρακι περιέχεται, µετὰ βηχῶν µὲν ἡ κένωσις, ὑπὸ δὲ φαρµάκων λεπτυντικῶν· ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς, ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων µὲν ὑπὸ τῶν λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν τε καὶ ἀναστοµωτικῶν. ὅσα µὲν οὖν κατὰ τὴν ἄνω γαστέρα, δι’ ἐµέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα δὲ ὑπὸ τῷ δέρµατι, διὰ τοµῆς, ἢ καύσεως, ἢ φαρµάκων καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν µὲν ὅλῳ τῷ γένει παρὰ φύσιν ἔν τισι µέρεσι περιεχοµένων σκοπὸς τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, µετάθεσις. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις τῶν ἰασοµένων αὐτὰ µέρος µέν τι κᾀξ αὐτῆς λαµβάνεται τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων µορίων. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ µὲν οὖν ὀστοῦν ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον τραχύτητα διά τε φαρµάκων ἱκανῶς ῥυπτικῶν καὶ διὰ βραχείας στύψεως.