33. Λυθείσης δὲ τῆς συνεχείας, ὁ µὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ µὲν τῶν ὁργανικῶν µορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁµοιοµερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύµφυσιν ὀνοµάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν µεῖζον γένηται τὸ τραῦµα, προσαγωγὴ τῶν διεστώτων µορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γέ-νηται µόνιµος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιµοι. κολλᾷ µὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡµέτερον δ’ ἔργον ἓν πρῶτον µὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς µηδὲν ἐµπέσῃ τῶν χειλῶν µεταξὺ, προνοεῖσθαι, καὶ τέταρτον, αὐτὴν τοῦ µέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ µὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν µὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ µηδὲν ἔξωθεν ἐµπίπτειν ἐάσοµεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα µεταξὺ στᾶσα τῶν κολληθησοµένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ µετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῤῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήµατος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ µέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν µετρίως ξηραινόντων. αὕτη µὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει µορίῳ γεγενηµένης αὐτῆς καθ’ ἑαυτὴν µόνης. εἰ δ’ ἑτέρῳ τινὶ µιχθείη νοσήµατι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγµένων, ἢ ὅπως ἄν τις ὀνοµάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦµεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.

34. Κάταγµα τοίνυν ἐστὶ µὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος µὲν οὖν σκοπὸς ἡ σύµφυσις οὐ δυναµένη διὰ σκληρότητα τοῦ µορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσµοῦντος ἐν κύκλῳ τὸ κάταγµα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον µὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. µαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συµφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συµπλοκῆς, ὡς τὰ πολλὰ γὰρ οἱ παρακείµενοι µύες ἅµα τοῖς ἄλλοις σώµασι πάσχουσι, ῥηγνυµένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος µὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀµφ’ αὐτὰ σώµασιν. ὁ µὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν µορίων ἐπιπεπλεγµέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγµάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωµα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωµα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύµµετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷµα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασι λέλεκται.

35. Νεύρου δὲ καὶ τένοντος νύγµα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ µόριον, ἕτοιµον ἐπικαλέσασθαι σπασµοὺς, καὶ µάλισθ’ ὅταν µηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρµατος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστοµοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτοµερεῖ, διϊκνεῖσθαι δυναµένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωµένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς µεθό δου γράµµασιν. ἐν µὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.