30. Τὰ δὲ τῶν ὀργανικῶν µορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλµα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα µὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλµάτων, ἄλλα δὲ τῶν παρὰ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν. ἐν µὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλµατα. καὶ γὰρ καὶ τὸ σχῆµα τοῦ µορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόµιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συµµετρίας, ἐπ’ ὀλίγον µὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωµάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθµῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁµοιοµερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡµῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν µερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη µὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶµα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα µὲν οὖν ἡµάρτηται µόρια κατὰ τὸ σχῆµα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ µὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ µὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡµάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται µὲν ἔτι αὐξανόµενα, τελειωθέντα δὲ οὐ δύναται. µικρὰς µὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, µεγάλας δὲ ἐνέργειά τε τῶν µερῶν καὶ κατάληψις ἐργάζεται πνεύµατος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόµια. καὶ µὲν δὴ καὶ ὅσα µείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. µείζω δ’ ἀποτελεῖται τὰ µόρια κινήσει τῇ κατὰ φύσιν ἅµα τρίψει συµµέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷµα. τῶν δὲ λειπόντων µορίων, ὅσα µὲν ἐξ αἵµατος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρµατος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅµως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ µὲν φύσις ἐστὶ δηµιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθµὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, µετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡµαρτηµένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁµαρτήµατα δύναται συστῆναι περὶ µόριον ἓν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα µικράν τε ἅµα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγµατος ἐπικειµένην ἔχοντος. ἡµάρτητο γὰρ ἐν αὐτῇ µέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ κράσει ψυχροτέρα. ταύτην εἰς µὲν τὸ κατὰ φύσιν ἄγειν ἀµήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιµα καὶ µὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡµέρας. ἄλλῳ δὲ, ἐµφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινοµένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα. Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁµοιοµερῶν τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις οὐ συγχωρήσει τοῖς ἀµέµπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ· εἶναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁµοίαν ἀπορίαν ἐσοµένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ µὴ γὰρ ἐνεργείας αἰσθητὴ βλάβη διορίζοι τὸ νόσηµα τῆς ὑγείας, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο µόνον, ἀναγκαῖον ἔσται τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγµα, µηδενὸς ἀρίστας ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο µὲν, ὡς ἂν λογικώτερον σκέµµα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω.