8. ἔτι δέ µοι δοκῶ λείπεσθαι δύο γένη γνωρισµάτων, ὧν ἐξ ἀρχῆς ὑπεσχόµην ἐρεῖν, ἓν µὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔσται δὲ κοινὸς ὑπὲρ ἀµφοῖν ὁ λόγος. εἰ µὲν εὔκρατος ὁ ἐγκέφαλος ὑπάρχει κατὰ τὰς τέσσαρας ποιότητας, ἁπάντων τῶν εἰρηµένων ἕξει µετρίως, καὶ τῶν περιττωµάτων, ὅσα δι’ ὑπερώας, ἢ ὤτων, ἢ µυκτήρων ἐκκαθαίρεται, καὶ τούτων ἕξει µετρίως, ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν προσπιπτόντων, ὅσα θερµαίνει, καὶ ψύχει, καὶ ξηραίνει, καὶ ὑγραίνει. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς, βρέφεσι µὲν οὖσιν ὑπόπυῤῥοι, παισὶ δὲ ὑπόξανθοι, τελειουµένοις δὲ γίνονται ξανθαὶ, µεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ ἁπλῶν, οὐ µὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. ἀκούειν δὲ χρὴ τῶν εἰρηµένων τε καὶ ῥηθησοµένων γνωρισµάτων ὡς ἐπὶ εὐκράτων οἰκήσεων. ὅσα δὲ κατὰ τὰς τρίχας οὐκ ἐπὶ χωρίων µόνον, ἀλλὰ καὶ τῆς τῶν χυµῶν κράσεως, ἀνάλογον ἐχούσης τῇ κράσει τῶν κατὰ τὸν ἐγκέφαλον. εἰ δὲ θερµότερος εἴη τοῦ συµµέτρου, κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, εἰ µὲν ἐπὶ πλέον εἴη θερµότερος, ἰσχυρὰ πάντα τὰ ῥηθησόµενα γενήσεται γνωρίσµατα, βραχείας δὲ τῆς ὑπερβολῆς ὑπαρχούσης, ἀµυδρά. κοινὸς δὲ οὗτος ὁ λόγος ἐπὶ πάντων εἰρήσθω µοι τῶν µορίων, τῶν ἐν πάσαις ταῖς κράσεσι µελλόντων λέγεσθαι γνωρισµάτων.
9. ῾Εξῆς δ’ οὖν σηµεῖα τῆς ἐν ἐγκεφάλῳ θερµότητος, ἐπὶ τοῖς ἔµπροσθεν εἰρηµένοις, ἐρυθρότερα καὶ θερµότερα τὰ περὶ τὴν κεφαλὴν σύµπαντα, καὶ αἱ ἐν τοῖς ὀφθαλµοῖς φλέβες αἰσθηταὶ, αἱ τρίχες τούτοις γεννηθεῖσι, ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται. πολλῷ µὲν οὖσι θερµοτέροις τῶν εὐκράτων, µέλαιναι, καὶ ἰσχυραὶ, καὶ οὖλαι γίνονται· µὴ πολλῷ δὲ, ὑπόξανθοι µὲν τὸ πρῶτον, εἶτα µελαίνονται· προϊόντων δὲ ταῖς ἡλικίαις φαλακροῦνται, καὶ µᾶλλόν γε οἱ ἐπὶ πλέον θερµότεροι. περιττώµατα δὲ καθ’ ὑπερώαν καὶ µυκτῆρας, ὀφθαλµούς τε καὶ ὦτα, βραχέα καὶ πέπονα τούτοις ἐστὶν, ὅταν ἀµέµπτως ὑγιαίνωσι. πεπλησµένης δὲ τῆς κεφαλῆς ἐνίοτε, συνεχῶς γὰρ καὶ µάλιστα αὐτοῖς, ὅταν ἀφυλάκτως διαιτῶνται, τὸ τοιοῦτον συµβαίνει, πλείω µὲν, ἀλλ’ οὐκ ἄπεπτα τὰ περιττώµατα γίνεται. πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ θερµαινόντων ἐδεσµάτων τε καὶ ποµάτων, καὶ ὀσµῶν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ἁπάντων, ἐν οἷς ἐστι καὶ ὁ περιέχων ἡµᾶς ἀήρ. ἔτι τε µᾶλλον, εἰ µὴ µόνον εἴη θερµὰ τὰ τοιαῦτα τὴν φύσιν, ἀλλὰ καὶ ὑγρὰ, βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται, πρὸς τῷ µηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι. ψυχροτέρου δὲ ἢ προσῆκεν ἐγκεφάλου γνωρίσµατα, περιττώµατα πλείω κατὰ τὰς οἰκείας ἐκροὰς, καὶ αἱ τρίχες εὐθεῖαί τε καὶ πυῤῥαὶ, καὶ µόνιµοι, καὶ µετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόµεναι, λεπταὶ καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται, καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆς βλάβης κατάῤῥοις τε καὶ κορύζαις ἁλίσκονται. οὐ µὴν οὐδ’ ἁπτοµένοις θερµὰ τὰ περὶ τὴν κεφαλὴν, οὐδ’ ὁρῶσιν ἐρυθρὰ, καὶ τῶν ὀφθαλµῶν αἱ φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί πώς εἰσι. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσµατα, τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές. ἀγρυπνητικοὶ δέ εἰσι, καὶ τρίχας ἰσχυροτάτας µὲν ἔχουσι, καὶ τάχιστα φύουσι γεννηθέντες, οὔλας µᾶλλον ἢ εὐθείας, φαλακροῦνται δ’ ἐν τάχει. ὑγροτέρου δὲ τρίχες ἁπλαῖ, καὶ οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσὶ, καὶ περιττωµάτων πλῆθος, ὕπνοι τε πολλοὶ καὶ βαθεῖς. αὗται µὲν αἱ ἁπλαῖ δυσκρασίαι.
10. Σύνθετοι δὲ, θερµὴ µὲν καὶ ξηρὰ πρώτη, καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι, καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη µέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, µελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερµοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε µέχρι τῶν τῆς ἀκµῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερµότητι, βραχὺ µὲν ὑπερβαλλουσῶν ἀµφοτέρων τὸ σύµµετρον, εὔχροιά τε καὶ θερµότης, καὶ αἱ ἐν τοῖς ὀφθαλµοῖς φλέβες µεγάλαι, καὶ περιττώ µατα πλείω, µετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερµαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που µᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωµάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερµότη-τος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωµατικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερµαινόντων βλαπτοµένη. νότος δ’ αὐτοῖς πολέµιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ µὴν οὐδ’ ἐγρηγορέναι δύνανται µέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅµα τε κωµατώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ µὲν εἴη τοῦ συµµέτρου θερµότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει µὲν τὰ τῆς θερµῆς κράσεως γνωρίσµατα, µιχθήσονται δ’ αὐτοῖς ἀµυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ µὲν ὑγρότερος, ὀλίγῳ δὲ θερµότερος, ἐναργῆ µὲν ἔσται καὶ σφοδρὰ τὰ τοῦ ὑγρότητος, ἀµυδρὰ δὲ τὰ τῆς θερµότητος γνωρίσµατα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅµα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν, ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ µεµνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισµοῦ, προσεπιλογιζόµενον, ὅσον ἐκ τῆς τῶν χυµῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τε τὰ κατὰ τοὺς ὀφθαλµούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίµως βλάπτονται· διὸ καὶ ἀνωµάλως ὑγιαίνουσι, ποτὲ µὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις ἐπὶ σµικροῖς αἰτίοις ἑτοίµως ἁλισκόµενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι µὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄµεµπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀποµαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι µὲν ἀνέρχονται µόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης µὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔµπαλιν δὲ, εἰ συµβαίη τὴν ξηρότητα µὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερµότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωµατώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωµατι-κοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις. οὐ µὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ µὲν οὖν ἐστι τὰ σηµεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’ ὁρµώµενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις µεταφέρων.