6. Τῆς µὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώµατος εἴρηται τὰ γνωρίσµατα. τῶν δ’ ἀπολειποµένων αὐτῆς ἰσάριθµα µὲν τὰ γένη, ἐν τῷ µᾶλλόν τε καὶ ἧττον τέµνεσθαι δυναµένων. ἀφωρισµένων δὲ εἰς τρία µέρη, τὰ σηµεῖα τοῦ νοσώδους σώµατος ἁπλῶς ἐροῦµεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος µὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελοµένων ἡµῶν πρότερον τὰ µόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ µὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται, συµφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάµεις. ἔνια δὲ συµφύτους τε ἅµα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ µὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα µὲν καὶ νωτιαῖος µυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερµατικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσµος, ὑµὴν, ἀδὴν, πιµελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα µόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς τίς ἐστιν, ἀλλὰ γένεσις µόνη. αὐταὶ µὲν οὖν αἱ τῶν µορίων διαφοραί.
7. Σηµεῖα δ’ ἑκάστου τῆς κράσεως ἐφεξῆς εἰρήσεται, τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαµένων ἡµῶν. ἔστι δὲ πέντε τὰ σύµφυτα γένη τῶν γνωρισµάτων αὐτοῦ. ἓν µὲν ἡ τῆς συµπάσης κεφαλῆς διάθεσις, δεύτερον δὲ ἡ τῶν αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτον ἡ τῶν πρακτικῶν, καὶ τέταρτον ἡ τῶν ἡγεµονικῶν, καὶ πέµπτον ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν, ἡ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἀλλοίωσις. ἡ µὲν δὴ τῆς συµπάσης κεφαλῆς διάθεσις ἐκ µεγέθους τε καὶ σχήµατος αὐτῆς λαµβάνεται καὶ τριχῶν. ἡ µὲν οὖν µικρὰ κεφαλὴ µοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σηµεῖον. ἡ µεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς κατασκευῆς σηµεῖον. ἀλλ’ εἰ µὲν διὰ ῥώµην ἐγένετο τῆς ἐγχωρίου δυνάµεως, ὕλην χρηστήν τε καὶ πολλὴν δηµιουργούσης, ἀγαθὸν σηµεῖον· εἰ δὲ διὰ µόνης τῆς ὕλης τὸ πλῆθος, οὐκ ἀγαθόν. διοριστέον οὖν ἐστιν αὐτὰ τῷ τε σχήµατι καὶ τοῖς ἀπ’ αὐτοῦ πεφυκόσι. τῷ σχήµατι µὲν, εἰ εὔρυθµος, ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σηµεῖον. τοῖς δ’ ἀπ’ αὐτοῦ πεφυκόσιν, εἰ κρατεραύχην τέ ἐστιν καὶ τοῖς ἄλλοις ὀστοῖς ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῇ σύµπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον. οἰκεῖον δὲ σχῆµα κεφαλῆς, ὥσπερ ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέµα πεπιληµένην. ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα µὲν, ἢ κατὰ σφαῖραν, γενέσθαι τά τε ὄπισθεν καὶ τὰ ἔµπροσθεν, εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. εἰ δ’ ἡ κατ’ ἰνίον ἐξοχὴ µειωθείη τινὶ, συνεπισκέπτου τά τε νεῦρα καὶ τὸν αὐχένα σὺν τοῖς ἄλλοις ὀστοῖς. κατὰ φύσιν µὲν γὰρ ἐχόντων, ἐνδείᾳ τῆς ὕλης, οὐ δυνάµεως ἀῤῥωστίᾳ τοιοῦτος ἐγένετο. φαυλοτέρων δὲ ὑπαρχόντων, ἀσθενὴς ἡ ἀρχή. τὰ πολλὰ δὲ ταῖς κατ’ ἰνίον ἐνδείαις ἀσθένεια τῶν εἰρηµένων ἕπεται, καὶ σπάνιον πάνυ τὸ µὴ τοιοῦτον. καὶ τὴν φοξοτέραν δὲ κατ’ ἰνίον ἐπισκέπτου κεφαλὴν, ὡσαύτως τοῖς ἐφ’ ὅλης αὐτῆς µεγάλης γενοµένης διορισµοῖς. ὡς τὰ πολλὰ δὲ κᾀνταῦθα σὺν εὐρύθµῳ τῷ σχήµατι γενοµένης τῆς παρεγκεφαλίδος, ἀγαθὸν σηµεῖον, ἣν ἔνιοι τῶν ἰατρῶν ὀπίσθιον ἐγκέφαλον ὀνοµάζουσιν, ὥσπερ οὖν καὶ ἔστιν ὀπίσθιος, ὁριζόµενος τῇ λαµβδοειδεῖ ῥαφῇ. τοῦ νωτιαίου δέ ἐστιν ἀρχὴ τὸ µόριον τοῦτο, καὶ δι’ ἐκεῖνον ἁπάντων τῶν καθ’ ὅλον τὸ ζῶον νεύρων πρακτικῶν. αὐτὸ δὲ τὸ ὄπισθεν µέρος καθ’ αὑτὸ παντάπασιν ὀλίγων αἰσθητικῶν µετέχει, παµπόλλων δὲ τῶν πρακτικῶν, ὥσπερ γε καὶ θάτερον τὸ πρόσθιον, αἰσθητικῶν µὲν παµπόλλων, ὀλίγων δὲ τῶν πρακτικῶν. ὥστε καὶ καλῶς διακείµενα ῥωµαλέας ἕξει τὰς ἀποφύσεις ἑκάτερον τὰς ἰδίας. οἱ αὐτοὶ δὲ κᾀπὶ τῶν ἔµπροσθεν τῆς κεφαλῆς τῶν κατὰ τὸ µέτωπον διορισµοὶ τοῖς ὄπισθεν, εἰς σµικροτητά τε καὶ µέγεθος αὐτοῦ βλεπόντων, καὶ σχῆµα, καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν. ἀλλήλων γάρ ἐστι γνωρίσµατα, καὶ ἀλλήλοις µαρτυρεῖ, τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα, τῇ τῆς ἀρχῆς ἀρετῇ τε καὶ κακίᾳ, καὶ ἡ ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. ἡ µέντοι τῶν ἡγεµονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία τῆς ἀρχῆς µόνης ἐστὶν αὐτῆς καθ’ ἑαυτὴν γνώρισµα. καλῶ δὲ ἡγεµονικὰς ἐνεργείας τὰς ἀπὸ τῆς ἀρχῆς µόνης γινοµένας. ἀγχίνοια µὲν οὖν λεπτοµεροῦς οὐσίας ἐγκεφάλου γνώρισµα, βραδυτὴς δὲ διανοίας παχυµεροῦς· εὐµάθεια δ’ εὐτυπώτου, καὶ µνήµη µονίµου. οὕτω δὲ καὶ ἡ µὲν δυσµάθεια δυστυπώτου. ἡ δ’ ἐπιλησµοσύνη διαῤῥεούσης, καὶ τὸ µὲν εὐµετάβολον ἐν δόξαις θερµῆς, τὸ δὲ µόνιµον ψυχρᾶς.