9. Μὴ τοίνυν ὡς ἀποδείξεις ὑφ’ ἡµῶν εἰρῆσθαι νοµίζειν τὰ τοιαῦτα µᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ µηδὲ τὰ πρὸς ἁπάντων ὁµολογούµενα καὶ καθ’ ἑκάστην ἡµέραν φαινόµενα γιγνώσκουσιν· τὰς δ’ ἀποδείξεις αὐτῶν τὰς κατ’ ἐπιστήµην ἐξ ἐκείνων χρὴ λαµβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν εἴποµεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώµασιν ὑπάρχει κατὰ τὸ θερµὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ εἴτε φλέβας εἴθ’ ἧπαρ εἴτ’ ἀρτηρίας εἴτε καρδίαν εἴτε κοιλίαν εἴτ’ ἄλλο τι µόριον ἐνεργεῖν τις φήσειεν ἡντινοῦν ἐνέργειαν, ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὁµολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις, διὰ τί δ’ αἱ φλέβες αἷµα γεννῶσι, παρὰ τῶν ᾿Ερασιστρατείων ἐδεόµην ἀκοῦσαι. τὸ γὰρ ὅτι περιστέλλεται µόνον αὐτὸ καθ’ ἑαυτὸ γιγνώσκειν οὐδέπω χρηστόν, εἰ µὴ καὶ τὴν αἰτίαν εἰδείηµεν· οὕτω γὰρ ἂν οἶµαι καὶ τὰ σφάλµατα θεραπεύσαιµεν. οὐ µέλει, φασίν, ἡµῖν οὐδὲ πολυπραγµονοῦµεν ἔτι τὰς τοιαύτας αἰτίας· ὑπὲρ ἰατρὸν γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ’ ἀντερεῖτε τῷ φάσκοντι τὴν µὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ’ αὖ δυσκρασίαν νόσον τ’ ἤδη καλεῖσθαι καὶ πάντως ὑπ’ αὐτῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ µέσον ἑκατέρου τούτων πράξετε µήθ’ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόµενοι µήτ’ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ’ ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ µὴν εἰ τοῦτο δράσετε, τὴν ἐµπειρίαν ἀναγκαῖον ὑµῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαµάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσηµάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐµπειρικοὺς ὑµᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγµαθ’ ἡµῖν παρέχετε φυσικὰς ἐνεργείας ἐπαγγελλόµενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξοµεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναµίας; ἐγὼ µέν φηµι τὴν µὲν ὑπερτεθερµασµένην ἐµψυκτέον ἡµῖν εἶναι, τὴν δ’ ἐψυγµένην θερµαντέον· οὕτω δὲ καὶ τὴν ἐξηρασµένην ὑγραντέον, τὴν δ’ ὑγρασµένην ξηραντέον. ἀλλὰ καὶ κατὰ συζυγίαν, εἰ θερµοτέρα τοῦ κατὰ φύσιν ἅµα καὶ ξηροτέρα τύχοι γεγενηµένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐµψύχειν θ’ ἅµα καὶ ὑγραίνειν· εἰ δ’ αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερµαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως· οἱ δ’ ἀπ’ ᾿Ερασιστράτου τί ποτε καὶ πράξουσιν οὐδ’ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁµολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε [τοῦτο] µόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις. ᾿Ερασίστρατος δέ µοι δοκεῖ καὶ αὐτὸ τοῦτ’ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώµατι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν µὴ κατά τι συµβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ’ ἑαυτήν, αὕτη τὸ νόσηµά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσηµάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ’ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ µὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον ᾿Ερασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δ’ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷµα καὶ αὐτὸ τὸ πῶς παρέλιπεν. ἀλλ’ οὔθ’ ῾Ιπποκράτης οὔτ’ ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐµνηµόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετ’ εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερµασίαν εὔκρατόν τε καὶ µετρίως ὑγρὰν οὖσαν αἵµατος εἶναί φασι γεννητικὴν καὶ δι’ αὐτό γε τοῦτο καὶ τὸ αἷµα θερµὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάµει χυµόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερµὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι µάλισθ’ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναµιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλµη µὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δ’ ἄλλο πᾶν ὕδωρ τὸ πότιµον ἑτοίµως διαφθείρει τε καὶ σήπει; τίς δ’ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχοµένης πολλῆς ἀπαύστῳ δίψει συνεχόµεθα καὶ ὡς ἐµέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόµεθα µᾶλλον ἢ εἰ πάµπολυ ποτὸν προσηράµεθα; θερµὸς οὖν εὐλόγως ὁ χυµὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναµιν, ὥσπερ γε καὶ τὸ φλέγµα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις ῾Ιπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς. Πρόδικος δ’ ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράµµατι τὸ συγκε-καυµένον καὶ οἷον ὑπερωπτηµένον ἐν τοῖς χυµοῖς ὀνοµάζων φλέγµα παρὰ τὸ πεφλέχθαι τῇ λέξει µὲν ἑτέρως χρῆται, φυλάττει µέντοι τὸ πρᾶγµα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ’ ἐν τοῖς ὀνόµασι τἀνδρὸς τούτου καινοτοµίαν ἱκανῶς ἐνδείκνυται καὶ Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνοµαζόµενον φλέγµα τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνοµάζει Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυµός ἐστιν οὗτος καὶ πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὁπωσδήποτε ψυγεῖσιν ἀθροίζεται καὶ οὐδεὶς οὐδὲ µαινόµενος ἂν ἄλλο τι ἢ ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν. ἆρ’ οὖν θερµὸς µέν τίς ἐστι καὶ ὑγρὸς χυµὸς καὶ θερµὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δ’ ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναµιν, ἀλλ’ ἡ τετάρτη συζυγία τῶν κράσεων ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα µόνοις τοῖς χυµοῖς οὐχ ὑπάρχει; καὶ µὴν ἥ γε µέλαινα χολὴ τοιοῦτός ἐστι χυµός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν µὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ µάλιστα, τῶν δ’ ἡλικιῶν ἐν ταῖς µετὰ τὴν ἀκµήν. οὕτω δὲ καὶ διαιτήµατα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν· οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ µόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νοµίζουσιν ἀλλ’ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι. ηὐξάµην οὖν κἀνταῦθ’ ἐρωτῆσαι δύνασθαι τὸν ᾿Ερασίστρατον, εἰ µηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδηµιούργησε καθαρτικὸν τοῦ τοιούτου χυµοῦ, ἀλλὰ τῶν µὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σµικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυµὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναµεµιγµένος τῷ αἵµατι. καίτοι “δυσεντερίη”, φησί που ῾Ιπποκράτης, “ἢν ἀπὸ χολῆς µελαίνης ἄρξηται, θανάσιµον”, οὐ µὴν ἥ γ’ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχοµένη πάντως ὀλέθριος, ἀλλ’ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριµυτέρα τὴν δύναµιν ἡ µέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ’ οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ ῾Ιπποκράτους γραµµάτων ὁ ᾿Ερασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν’ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυµῶν ἐπίσκεψιν, ἢ γιγνώσκει µέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν µηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι µηδ’ ἀσχηµονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον µάτην ἡγούµενον κατεσκευάσθαι. καὶ µὴν οὐχ ῾Ιπποκράτης µόνον ἢ Πλάτων, οὐδέν τι χείρους ᾿Ερασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷµα καὶ τοῦτ’ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ µυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάµενος ὑπερφρονεῖν ὁ γενναῖος ᾿Ερασίστρατος οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως τῆς δόξης αὐτῶν ἐµνηµόνευσε. καὶ µὴν ὅσοις γε τὸ σῶµα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν ῾Ιπποκράτης, καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁρµώµενοι πάντες ὁµολογοῦσιν ἰατροί. καὶ ὅσοις γ’ αὖ µέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυµα τὰ σώµατα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁµολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι µελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ µέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν µελαγχολικὸν χυµόν, ἀκάθαρτον µὲν τὸ αἷµα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶµα. πότε δ’ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείµενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος µελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναµιν ἔχοντι σύµφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ µελάντερον γίγνεσθαι τὸ αἷµα. ταῦτ’ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσηµάτων καὶ τὰς ἰάσεις µεγίστην παρεχόµενα χρείαν ὑπερεπήδησε τελέως ὁ ᾿Ερασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ µηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ’ ἀεὶ φιλοτίµως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ’ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ’ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ µηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ’ ἡµεῖς γε πρῶτον µὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερµοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ’ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινοµένων κατὰ τὸ σῶµα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυµὸν ἀπεδείξαµεν. ἑξῆς δ’, ὅτι καὶ µελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι µάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγµένων ἀναµνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόµεθα. τί δ’ ἂν εἴη λεῖπον ἄλλο γ’ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυµῶν γένεσιν οἱ παλαιοὶ συµβαίνειν. ἐναργέστερον δ’ ἂν γνωσθείη διὰ παραδείγµατος. οἶνον δή µοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιµµένον ζέοντά τε καὶ ἀλλοιούµενον ὑπὸ τῆς ἐν αὐτῷ θερµασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ µεταβολὴν δύο γεννώµενα περιττώµατα τὸ µὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ µὲν ἄνθος, οἶµαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ µὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ’ ἑτέρῳ τὴν µέλαιναν εἰκάζων οὐκ ἂν ἁµάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυµῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ µὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνοµάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁµοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ’ αὖ µέλαινα κακοηθεστέρα µὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνοµα δ’ οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυµῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριµὺς ὁµοίως ὄξει γίγνεται καὶ ξύει γε τὸ σῶµα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ’ αὐτῆς ἐκχυθείη, καί τινα µετὰ ποµφολύγων οἷον ζύµωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυµῷ τῷ µέλανι. καί µοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ µὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυµοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω µέλανα καλεῖν χυµόν, οὐ µέλαιναν χολήν, τὸ δ’ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν µεθιστάµενον ποιότητα µέλαιναν ὀνοµάζειν χολήν. ἀλλὰ περὶ µὲν τῶν ὀνοµάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ’ ἀληθὲς ὧδ’ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵµατος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐµφερόµενον τῇ τροφῇ µὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐµφύτου θερµασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ’ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ’ ἂν τοῦτο τὸ θερµότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε µέλι καὶ ἡ πιµελή, ξανθὴ γενόµενον χολὴ διὰ τῶν χοληδόχων ὀνοµαζοµένων ἀγγείων ἐκκαθαίρεται. λεπτὸν δ’ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅµοιον λεκίθοις. τοῦτο µὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρηµένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ µέλανος χυµοῦ τὸ µὲν µήπω τὴν οἷον ζέσιν τε καὶ ζύµωσιν τῆς γῆς ἐργαζόµενον κατὰ φύσιν ἐστί, τὸ δ’ εἰς τοιαύτην µεθιστάµενον ἰδέαν τε καὶ δύναµιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερµοῦ προσειληφὸς δριµύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυµένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερµὸν γάρ τι χρῆµα αὕτη γ’ ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ’ ἑτέρᾳ τῇ µήπω κεκαυµένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωµένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουµένῃ κεραµίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ’ ἅµα καὶ ψύχειν πέφυκεν. εἰς τὴν τῆς οὕτω συγκαυθείσης µελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη µεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ’ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερµασίᾳ. τὰ δ’ ἄλλα τῶν χολῶν εἴδη σύµπαντα τὰ µὲν ἐκ τῆς τῶν εἰρηµένων κράσεως γίγνεται, τὰ δ’ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα µεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς µὲν ἀκράτους εἶναι καὶ µόνας, τὰ δ’ οἷον ὀρροῖς τισιν ἐξυγρασµένας. ἀλλ’ οἱ µὲν ὀρροὶ τῶν χυµῶν ἅπαντες περιττώµατα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶµα. τῶν δ’ εἰρηµένων χυµῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷµα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου µέρος, ὅσον καὶ οἷον, εἴπερ εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶµα, βλάβην ἄν τιν’ εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι µεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δ’ ἄλλο τὸ µετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου µορίοις παχύτητός τινος τὸ αἷµα καθάπερ οἶµαι καὶ τῶν ἐµφεροµένων ἰνῶν. καὶ εἴρηται µὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡµῖν ἐν ἐκείνοις τοῖς γράµµασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν µορίων διερχώµεθα· δεῖται δ’ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυµοῦ τοῦ µήπω πυρώδους ἐσχάτως γεγενηµένου τὸ αἷµα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, δι’ ἐκείνων εἰρήσεται. φλέγµατος δ’ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡµίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλ’ ἐν τῷ σώµατι µένον ἀλλοιοῦσθαι. τὸ δ’ ἐξ ἐγκεφάλου καταρρέον περίττωµα τάχα µὲν ἂν οὐδὲ φλέγµα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνοµάζεται, καλοίη. εἰ δὲ µή, ἀλλ’ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτ’ ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάµενον φλέγµα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασµένον τῇ φύσει µηχάνηµα δι’ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν ὑποµνηµάτων. ὅσον οὖν ἐµφέρεται ταῖς φλεψὶ φλέγµα χρήσιµον ὑπάρχον τοῖς ζῴοις, οὐδεµιᾶς δεῖται κενώσεως. προσέχειν δὲ χρὴ κἀνταῦθα τὸν νοῦν καὶ γιγνώσκειν, ὥσπερ τῶν χολῶν ἑκατέρας τὸ µέν τι χρήσιµόν ἐστι καὶ κατὰ φύσιν τοῖς ζῴοις, τὸ δ’ ἄχρηστόν τε καὶ παρὰ φύσιν, οὕτω καὶ τοῦ φλέγµατος, ὅσον µὲν ἂν ᾖ γλυκύ, χρηστὸν εἶναι τοῦτο τῷ ζῴῳ καὶ κατὰ φύσιν, ὅσον δ’ ὀξὺ καὶ ἁλµυρὸν ἐγένετο, τὸ µὲν ὀξὺ τελέως ἠπεπτῆσθαι, τὸ δ’ ἁλµυρὸν διασεσῆφθαι. τελείαν δ’ ἀπεψίαν φλέγµατος ἀκούειν χρὴ τὴν τῆς δευτέρας πέψεως δηλονότι τῆς ἐν φλεψίν· οὐ γὰρ δὴ τῆς γε πρώτης τῆς κατὰ τὴν κοιλίαν· ἢ οὐδ’ ἂν ἐγεγένητο τὴν ἀρχὴν χυµός, εἰ καὶ ταύτην διεπεφεύγει. ταῦτ’ ἀρκεῖν µοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυµῶν ὑποµνήµατ’ εἶναι τῶν ῾Ιπποκράτει τε καὶ Πλάτωνι καὶ ᾿Αριστοτέλει καὶ Πραξαγόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρηµένων· οὐ γὰρ ἐδικαίωσα πάντα µεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραµµένα. τοσοῦτον δὲ µόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορµήσει τε τοὺς ἐντυγχάνοντας, εἰ µὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁµιλῆσαι γράµµασι καὶ τὴν εἰς τὸ ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ δι’ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυµῶν. εἰ γὰρ καὶ ὅτι µάλιστα δέκα ποιεῖ χωρὶς τοῦ αἵµατος, ἑνδέκατος γὰρ ἂν εἴη χυµὸς αὐτὸ τὸ αἷµα, τῆς ῾Ιπποκράτους οὐκ ἀποχωρεῖ διδασκαλίας. ἀλλ’ εἰς εἴδη τινὰ καὶ διαφορὰς τέµνει τοὺς ὑπ’ ἐκείνου πρώτου πάντων ἅµα ταῖς οἰκείαις ἀποδείξεσιν εἰρηµένους χυµούς. ἐπαινεῖν µὲν οὖν χρὴ τούς τ’ ἐξηγησαµένους τὰ καλῶς εἰρηµένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· µέµφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς µηδὲν ὑποµένειν µαθεῖν τῶν ὀρθῶς εἰρηµένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίµους, ὥστ’ ἐπιθυµίᾳ νεωτέρων δογµάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ µὲν ἑκόντας παραλιπόντας, ὥσπερ ᾿Ερασίστρατος ἐπὶ τῶν χυµῶν ἐποίησε, τὰ δὲ πανούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θ’ οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἀλλ’ οὗτος µὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δ’ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.