12. ῞Οτι µὲν οὖν ἀναγκαῖον ὁµοίωσίν τιν’ εἶναι τοῦ τρέφοντος τῷ τρεφοµένῳ τὴν θρέψιν, ἄντικρυς δῆλον. οὐ µὴν ὑπάρχουσάν γε ταύτην τὴν ὁµοίωσιν, ἀλλὰ φαινοµένην µόνον εἶναί φασιν οἱ µήτε τεχνικὴν οἰόµενοι τὴν φύσιν εἶναι µήτε προνοητικὴν τοῦ ζῴου µήθ’ ὅλως τινὰς οἰκείας ἔχειν δυνάµεις, αἷς χρωµένη τὰ µὲν ἀλλοιοῖ, τὰ δ’ ἕλκει, τὰ δ’ ἐκκρίνει. καὶ αὗται δύο γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ τῶν ἀπο-φηναµένων τι περὶ φύσεως ἀνδρῶν, ὅσοι γ’ αὐτῶν γιγνώσκουσιν, ὅ τι λέγουσι, καὶ τὴν ἀκολουθίαν ὧν ὑπέθεντο θεωροῦσι θ’ ἅµα καὶ διαφυλάττουσιν. ὅσοι δὲ µηδ’ αὐτὸ τοῦτο συνιᾶσιν, ἀλλ’ ἁπλῶς, ὅ τι ἂν ἐπὶ γλῶτταν ἔλθῃ, ληροῦσιν, ἐν οὐδετέρᾳ τῶν αἱρέσεων ἀκριβῶς καταµένοντες, οὐδὲ µεµνῆσθαι τῶν τοιούτων προσήκει. τίνες οὖν αἱ δύο αἱρέσεις αὗται καὶ τίς ἡ τῶν ἐν αὐταῖς ὑποθέσεων ἀκολουθία; τὴν ὑποβεβληµένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωµένην θ’ ἅµα καὶ ἀλλοιοῦσθαι δυναµένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως, ἀµετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετµηµένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς µεταξὺ χώραις διειληµµένην ἡ λοιπή. καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ µὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νοµίζουσιν οὐσίαν ἢ δύναµιν ὑπάρχειν, ἀλλ’ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων ἐκείνων σωµάτων τῶν ἀπαθῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρηµένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωµάτων ἡ φύσις, ἀλλὰ πολὺ προτέρα τε καὶ πρεσβυτέρα. καὶ τοίνυν κατὰ µὲν τούτους αὕτη τὰ σώµατα τῶν τε φυτῶν καὶ τῶν ζῴων συνίστησι δυνάµεις τινὰς ἔχουσα τὰς µὲν ἑλκτικάς θ’ ἅµα καὶ ὁµοιωτικὰς τῶν οἰκείων, τὰς δ’ ἀποκριτικὰς τῶν ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωµένων ἑτέραις αὖθίς τισι δυνάµεσι, στερκτικῇ µέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁµογενῶν. κατὰ δ’ αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ’ ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύµφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ µάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ’ ἐξ αἰσθήσεώς τε καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ’ ἡµῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ µνήµαις οἰακίζεσθαι τὰ ζῷα. ἔνιοι δ’ αὐτῶν καὶ ῥητῶς ἀπεφήναντο µηδεµίαν εἶναι τῆς ψυχῆς δύναµιν, ᾗ λογιζόµεθα, ἀλλ’ ὑπὸ τῶν αἰσθητῶν ἄγεσθαι παθῶν ἡµᾶς καθάπερ βοσκήµατα πρὸς µηδὲν ἀνανεῦσαι µηδ’ ἀντειπεῖν δυναµένους. καθ’ οὓς δηλονότι καὶ ἀνδρεία καὶ φρόνη-σις καὶ σωφροσύνη καὶ ἐγκράτεια λῆρός ἐστι µακρὸς καὶ φιλοῦµεν οὔτ’ ἀλλήλους οὔτε τὰ ἔγγονα καὶ τοῖς θεοῖς οὐδὲν ἡµῶν µέλει. καταφρονοῦσι δὲ καὶ τῶν ὀνειράτων καὶ τῶν οἰωνῶν καὶ τῶν συµβόλων καὶ πάσης ἀστρολογίας, ὑπὲρ ὧν ἡµεῖς µὲν ἰδίᾳ δι’ ἑτέρων γραµµάτων ἐπὶ πλέον ἐσκεψάµεθα περὶ τῶν ᾿Ασκληπιάδου τοῦ ἰατροῦ σκοπούµενοι δογµάτων. ἔνεστι δὲ τοῖς βουλοµένοις κἀκείνοις µὲν ὁµιλῆσαι τοῖς λόγοις καὶ νῦν δ’ ἤδη σκοπεῖν, ὥσπερ τινῶν δυοῖν ὁδῶν ἡµῖν προκειµένων, ὁποτέραν βέλτιόν ἐστι τρέπεσθαι. ῾Ιπποκράτης µὲν γὰρ τὴν προτέραν ῥηθεῖσαν ἐτράπετο, καθ’ ἣν ἥνωται µὲν ἡ οὐσία καὶ ἀλλοιοῦται καὶ σύµπνουν ὅλον ἐστὶ καὶ σύρρουν τὸ σῶµα καὶ ἡ φύσις ἅπαντα τεχνικῶς καὶ δικαίως πράττει δυνάµεις ἔχουσα, καθ’ ἃς ἕκαστον τῶν µορίων ἕλκει µὲν ἐφ’ ἑαυτὸ τὸν οἰκεῖον ἑαυτῷ χυµόν, ἕλξαν δὲ προσφύει τε παντὶ µέρει τῶν ἐν αὑτῷ καὶ τελέως ἐξοµοιοῖ, τὸ δὲ µὴ κρατηθὲν ἐν τούτῳ µηδὲ τὴν παντελῆ δυνηθὲν ἀλλοίωσίν τε καὶ ὁµοιότητα τοῦ τρεφοµένου καταδέξασθαι δι’ ἑτέρας αὖ τινος ἐκκριτικῆς δυνάµεως ἀποτρίβεται.

13. Μαθεῖν δ’ ἔνεστιν οὐ µόνον ἐξ ὧν οἱ τἀναντία τιθέµενοι διαφέρονται τοῖς ἐναργῶς φαινοµένοις, εἰς ὅσον ὀρθότητός τε καὶ ἀληθείας ἥκει τὰ ῾Ιπποκράτους δόγµατα, ἀλλὰ κἀξ αὐτῶν τῶν κατὰ µέρος ἐν τῇ φυσικῇ θεωρίᾳ ζητουµένων τῶν τ’ ἄλλων ἁπάντων καὶ τῶν ἐν τοῖς ζῴοις ἐνεργειῶν. ὅσοι γὰρ οὐδεµίαν οὐδενὶ µορίῳ νοµίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναµιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινοµένοις, ὥσπερ καὶ ᾿Ασκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ µόνον ῾Ιπποκράτης ἢ Διοκλῆς ἢ ᾿Ερασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ µάγειροι σχεδὸν ἅπαντες ἴσασιν, ὁσηµέραι θεώµενοι τήν τε θέσιν αὐτῶν καὶ τὸν ἀφ’ ἑκατέρου πόρον εἰς τὴν κύστιν ἐµβάλλοντα, τὸν οὐρητῆρα καλούµενον, ἐξ αὐτῆς τῆς κατασκευῆς ἀναλογιζόµενοι τήν τε χρείαν αὐτῶν καὶ τὴν δύναµιν. καὶ πρό γε τῶν µαγείρων ἅπαντες ἄνθρωποι καὶ δυσουροῦντες πολλάκις καὶ παντάπασιν ἰσχουροῦντες, ὅταν ἀλγῶσι µὲν τὰ κατὰ τὰς ψόας, ψαµµώδη δ’ ἐξουρῶσιν, νεφριτικοὺς ὀνοµάζουσι σφᾶς αὐτούς. ᾿Ασκληπιάδην δ’ οἶµαι µηδὲ λίθον οὐρηθέντα ποτὲ θεάσασθαι πρὸς τῶν οὕτω πασχόντων µηδ’ ὡς προηγήσατο κατὰ τὴν µεταξὺ τῶν νεφρῶν καὶ τῆς κύστεως χώραν ὀδύνη τις ὀξεῖα διερχοµένου τοῦ λίθου τὸν οὐρητῆρα µηδ’ ὡς οὐρηθέντος αὐτοῦ τά τε τῆς ὀδύνης καὶ τὰ τῆς ἰσχουρίας ἐπαύσατο παραχρῆµα. πῶς οὖν εἰς τὴν κύστιν τῷ λόγῳ παράγει τὸ οὖρον, ἄξιον ἀκοῦσαι καὶ θαυµάσαι τἀνδρὸς τὴν σοφίαν, ὃς καταλιπὼν οὕτως εὐρείας ὁδοὺς ἐναργῶς φαινοµένας ἀφανεῖς καὶ στενὰς καὶ παντάπασιν ἀναισθήτους ὑπέθετο. βούλεται γὰρ εἰς ἀτµοὺς ἀναλυόµενον τὸ πινόµενον ὑγρὸν εἰς τὴν κύστιν διαδίδοσθαι κἄπειτ’ ἐξ ἐκείνων αὖθις ἀλλήλοις συνιόντων οὕτως ἀπολαµβάνειν αὐτὸ τὴν ἀρχαίαν ἰδέαν καὶ γίγνεσθαι πάλιν ὑγρὸν ἐξ ἀτµῶν ἀτεχνῶς ὡς περὶ σπογγιᾶς τινος ἢ ἐρίου [περὶ] τῆς κύστεως διανοούµενος, ἀλλ’ οὐ σώµατος ἀκριβῶς πυκνοῦ καὶ στεγανοῦ δύο χιτῶνας ἰσχυροτάτους κεκτηµένου, δι’ ὧν εἴπερ διέρχεσθαι φήσοµεν τοὺς ἀτµούς, τί δήποτ’ οὐχὶ διὰ τοῦ περιτοναίου καὶ τῶν φρενῶν διελθόντες ἐνέπλησαν ὕδατος τό τ’ ἐπιγάστριον ἅπαν καὶ τὸν θώρακα; ἀλλὰ παχύτερος, φησίν, ἐστὶ δηλαδὴ καὶ στεγανώτερος ὁ περιτόναιος χιτὼν τῆς κύστεως καὶ διὰ τοῦτ’ ἐκεῖνος µὲν ἀποστέγει τοὺς ἀτµούς, ἡ δὲ κύστις παραδέχεται. ἀλλ’ εἴπερ ἀνατετµήκει ποτέ, τάχ’ ἂν ἠπίστατο τὸν µὲν ἔξωθεν χιτῶνα τῆς κύστεως ἀπὸ τοῦ περιτοναίου πεφυκότα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχειν, τὸν δ’ ἔνδοθεν τὸν αὐτῆς τῆς κύστεως ἴδιον πλέον ἢ διπλάσιον ἐκείνου τὸ πάχος ὑπάρχειν. ἀλλ’ ἴσως οὔτε τὸ πάχος οὔθ’ ἡ λεπτότης τῶν χιτώνων, ἀλλ’ ἡ θέσις τῆς κύστεως αἰτία τοῦ φέρεσθαι τοὺς ἀτµοὺς εἰς αὐτήν. καὶ µὴν εἰ καὶ διὰ τἆλλα πάντα πιθανὸν ἦν αὐτοὺς ἐνταυθοῖ συναθροίζεσθαι, τό γε τῆς θέσεως µόνης αὔταρκες κωλῦσαι. κάτω µὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ’ ἀτµοῖς σύµφυτος ἡ πρὸς τὸ µετέωρον φορά, ὥστε πολὺ πρότερον ἂν ἔπλησαν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύµονα, πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι. καίτοι τί θέσεως κύστεως καὶ περιτοναίου καὶ θώρακος µνηµονεύω; διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων χιτῶνας οἱ ἀτµοὶ κατὰ τὴν µεταξὺ χώραν αὐτῶν τε τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται καὶ ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ ὕδατος, ἢ πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν ὁµιλούντων καὶ µηδέποθ’ ἵστασθαι. ἀλλ’ εἰ καὶ τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ περιτόναιον µόνον ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ περιέχον σκεδασθεῖεν ἢ πάντως ἂν ὑπὸ τῷ δέρµατι συναθροισθεῖεν. ἀλλὰ καὶ πρὸς ταῦτ’ ἀντιλέγειν οἱ νῦν ᾿Ασκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτων ἐρίζωσι, καταγελώµενοι. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ περὶ τὰς αἱρέσεις φιλοτιµία καὶ δυσέκνιπτον ἐν τοῖς µάλιστα καὶ ψώρας ἁπάσης δυσιατότερον. τῶν γοῦν καθ’ ἡµᾶς τις σοφιστῶν τά τ’ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτηµένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόµενος ἐµοί ποθ’ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρηµένων, ὥστε καὶ θαυµάζειν ἔφασκεν ἐµοῦ τὰ σαφῶς φαινόµενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσηµέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐµπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαµόθεν µεθιείσας οὐδέν, ἀλλ’ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ’ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ µεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι’ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ’ εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόµατι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡµᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναµένους. οὕτως οὐ µόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοντες, ἀλλ’ οὐδὲ µαθεῖν ὑποµένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι µὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ’ οἷόν τε, καὶ θαυµάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε µαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι µάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ’ οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐµφυοµένους οὐρητῆρας ὑποµείναντες ἐτόλµησαν εἰπεῖν οἱ µέν, ὅτι µάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερµατικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐµφύονται. δείξαντες οὖν ἡµεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερµατικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων ἐµβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ µὴ πρότερον, ᾠήθηµεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειληµµένων ἐπί τε τἀναντία µεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ’ ἀντιλέγειν ἐτόλµων οὐδὲν εἶναι θαυµαστὸν εἰπόντες, ἐν ἐκείνοις µὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑποµένειν τὸ σπέρµα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσµένους ἐκρεῖν διὰ ταχέων. ἡµεῖς οὖν ἠναγκάσθηµεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, µόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες. ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον· οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. µετὰ δὲ ταῦτα λύειν µὲν τοὺς ἔξωθεν δεσµούς, δεικνύναι δὲ κενὴν µὲν τὴν κύστιν, µεστοὺς δ’ ἱκανῶς καὶ διατεταµένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας ῥαγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας ἐναργῶς ὁρᾶν ἤδη πληρουµένην οὔρου τὴν κύστιν. ἐπὶ δὲ τούτῳ φανέντι, πρὶν οὐρῆσαι τὸ ζῷον, βρόχον αὐτοῦ περιβαλεῖν χρὴ τῷ αἰδοίῳ κἄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν. οὐδὲ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι [ποτὲ] πρὸς τοὺς νεφρούς. κἀν τούτῳ δῆλον γίγνε-ται τὸ µὴ µόνον ἐπὶ τεθνεῶτος ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζῴου κωλύεσθαι µεταλαµβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν ἤδη τὸ ζῷον οὐρεῖν λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον, εἶτ’ αὖθις ἐπιβαλεῖν µὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συρρεῖν καί τινα διαλιπόντας χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ µὲν ἕτερος αὐτῶν ὁ δεδεµένος µεστὸς καὶ διατεταµένος κατὰ τὰ πρὸς τῶν νεφρῶν µέρη φαίνεται, ὁ δ’ ἕτερος ὁ λελυµένος αὐτὸς µὲν χαλαρός ἐστι, πεπλήρωκε δ’ οὔρου τὴν κύστιν. εἶτ’ αὖθις διατεµεῖν πρῶτον µὲν τὸν πλήρη καὶ δεῖξαι, πῶς ἐξακοντίζεται τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτοµίαις τὸ αἷµα, µετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεµεῖν κἄπειτ’ ἐπιδῆσαι τὸ ζῷον ἔξωθεν, ἀµφοτέρω διῃρηµένων, εἶθ’ ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσµόν. εὑρεθήσεται γὰρ ἡ µὲν κύστις κενή, πλῆρες δ’ οὔρου τὸ µεταξὺ τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς ἂν εἰ καὶ ὑδερικὸν ἦν τὸ ζῷον. ταῦτ’ οὖν εἴ τις αὐτὸς καθ’ ἑαυτὸν βουληθείη βασανίζειν ἐπὶ ζῴου, µεγάλως µοι δοκεῖ καταγνώσεσθαι τῆς ᾿Ασκληπιάδου προπετείας. εἰ δὲ δὴ καὶ τὴν αἰτίαν µάθοι, δι’ ἣν οὐδὲν ἐκ τῆς κύστεως εἰς τοὺς οὐρητῆρας ἀντεκρεῖ, πεισθῆναι ἄν µοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως. ῾Ιπποκράτης µὲν οὖν ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων πρῶτος ἁπάντων, ὡς ἂν καὶ πρῶτος [ἀκριβῶς] ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυµάζει τε καὶ διὰ παντὸς αὐτὴν ὑµνεῖ δικαίαν ὀνοµάζων καὶ µόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζῴοις φησίν, αὐτὴν ἐξ αὑτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα· τοιαύτην δ’ οὖσαν αὐτὴν εὐθέως καὶ δυνάµεις ὑπέλαβεν ἔχειν ἑλκτικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων καὶ τρέφειν τε καὶ αὔξειν αὐτὴν τὰ ζῷα καὶ κρίνειν τὰ νοσήµατα· καὶ διὰ τοῦτ’ ἐν τοῖς σώµασιν ἡµῶν σύµπνοιάν τε µίαν εἶναί φησι καὶ σύρροιαν καὶ πάντα συµπαθέα. κατὰ δὲ τὸν᾿Ασκληπιάδην οὐδὲν οὐδενὶ συµπαθές ἐστι φύσει, διῃρηµένης τε καὶ κατατεθραυσµένης εἰς ἄναρµα στοιχεῖα καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης οὖν ἄλλα τε µυρία τοῖς ἐναργῶς φαινοµένοις ἐναντίως ἀπεφήνατο καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν δύναµιν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν. ἐπὶ µὲν οὖν τῆς ἐξαιµατώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ τινα ψυχρὰν ἀδολεσχίαν· εἰς δὲ τὴν τῶν περιττωµάτων κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν οὐκ ὤκνησεν ὁµόσε χωρῆσαι τοῖς φαινοµένοις, ἐπὶ µὲν τῆς τῶν οὔρων διακρίσεως ἀποστερήσας µὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν ὑποθέµενος· τοῦτο γὰρ ἦν δηλαδὴ µέγα καὶ σεµνὸν ἀπιστήσαντα τοῖς φαινοµένοις πιστεῦσαι τοῖς ἀδήλοις· ἐπὶ δὲ τῆς ξανθῆς χολῆς ἔτι µεῖζον αὐτῷ καὶ νεανικώτερόν ἐστι τὸ τόλµηµα· γεννᾶσθαι γὰρ αὐτὴν ἐν τοῖς χοληδόχοις ἀγγείοις, οὐ διακρίνεσθαι λέγει. πῶς οὖν τοῖς ἰκτερικοῖς ἅµ’ ἄµφω συµπίπτει, τὰ µὲν διαχωρήµατα µηδὲν ὅλως ἐν αὑτοῖς ἔχοντα χολῆς, ἀνάπλεων δ’ αὐτοῖς γιγνόµενον ὅλον τὸ σῶµα; ληρεῖν πάλιν ἐνταῦθ’ ἀναγκάζεται τοῖς ἐπὶ τῶν οὔρων εἰρηµένοις παραπλησίως. ληρεῖ δ’ οὐδὲν ἧττον καὶ περὶ τῆς µελαίνης χολῆς καὶ τοῦ σπληνὸς οὔτε τί ποθ’ ὑφ’ ῾Ιπποκράτους εἴρηται συνιεὶς ἀντιλέγειν τ’ ἐπιχειρῶν οἷς οὐκ οἶδεν ἐµπλήκτῳ τινὶ καὶ µανικῷ στόµατι. τί δὴ τὸ κέρδος ἐκ τῶν τοιούτων δογµάτων εἰς τὰς θεραπείας ἐκτήσατο; µήτε νεφριτικόν τι νόσηµα δύνασθαι θεραπεῦσαι µήτ’ ἰκτερικὸν µήτε µελαγχολικόν, ἀλλὰ καὶ περὶ τοῦ πᾶσιν ἀνθρώποις οὐχ ῾Ιπποκράτει µόνον ὁµολογουµένου τοῦ καθαίρειν τῶν φαρµάκων ἔνια µὲν τὴν ξανθὴν χολήν, ἔνια δὲ τὴν µέλαιναν, ἄλλα δέ τινα φλέγµα καί τινα τὸ λεπτὸν καὶ ὑδατῶδες περίττωµα, µηδὲ περὶ τούτων συγχωρεῖν, ἀλλ’ ὑπ’ αὐτῶν [γε] τῶν φαρµάκων γίγνεσθαι λέγειν τοιοῦτον ἕκαστον τῶν κενουµένων, ὥσπερ ὑπὸ τῶν χοληδόχων πόρων τὴν χολήν· καὶ µηδὲν διαφέρειν κατὰ τὸν θαυµαστὸν ᾿Ασκληπιάδην ἢ ὑδραγωγὸν διδόναι τοῖς ὑδεριῶσιν ἢ χολαγωγὸν φάρµακον· ἅπαντα γὰρ ὁµοίως κενοῦν καὶ συντήκειν τὸ σῶµα καὶ τὸ σύντηγµα τοιόνδε τι φαίνε-σθαι ποιεῖν, µὴ πρότερον ὑπάρχον τοιοῦτον. ἆρ’ οὖν οὐ µαίνεσθαι νοµιστέον αὐτὸν ἢ παντάπασιν ἄπειρον εἶναι τῶν ἔργων τῆς τέχνης; τίς γὰρ οὐκ οἶδεν, ὡς εἰ µὲν φλέγµατος ἀγωγὸν δοθείη φάρµακον τοῖς ἰκτεριῶσιν, οὐκ ἂν οὐδὲ τέτταρας κυάθους καθαρθεῖεν· οὕτω δ’ οὐδ’ εἰ τῶν ὑδραγωγῶν τι· χολαγωγῷ δὲ φαρµάκῳ πλεῖστον µὲν ἐκκενοῦται χολῆς, αὐτίκα δὲ καθαρὸς τοῖς οὕτω καθαρθεῖσιν ὁ χρὼς γίγνεται. πολλοὺς γοῦν ἡµεῖς µετὰ τὸ θεραπεῦσαι τὴν ἐν τῷ ἥπατι διάθεσιν ἅπαξ καθήραντες ἀπηλλάξαµεν τοῦ παθήµατος. οὐ µὴν οὐδ’ εἰ φλέγµατος ἀγωγῷ καθαίροις φαρµάκῳ, πλέον ἄν τι διαπράξαιο. καὶ ταῦτ’ οὐχ ῾Ιπποκράτης µὲν οὕτως οἶδε γιγνόµενα, τοῖς δ’ ἀπὸ τῆς ἐµπειρίας µόνης ὁρµωµένοις ἑτέρως ἔγνωσται, ἀλλὰ κἀκείνοις ὡσαύτως καὶ πᾶσιν ἰατροῖς, οἷς µέλει τῶν ἔργων τῆς τέχνης, οὕτω δοκεῖ πλὴν ᾿Ασκληπιάδου. προδοσίαν γὰρ εἶναι νενόµικε τῶν στοιχείων ὧν ὑπέθετο τὴν ἀληθῆ περὶ τῶν τοιούτων ὁµολογίαν. εἰ γὰρ ὅλως εὑρεθείη τι φάρµακον ἑλκτικὸν τοῦδέ τινος τοῦ χυµοῦ µόνου, κίνδυνος κρατεῖν δηλαδὴ τῷ λόγῳ τὸ ἐν ἑκάστῳ τῶν σωµάτων εἶναί τινα δύναµιν ἐπισπαστικὴν τῆς οἰκείας ποιότητος. διὰ τοῦτο κνῆκον µὲν καὶ κόκκον τὸν κνίδιον καὶ ἱπποφαὲς οὐχ ἕλκειν ἐκ τοῦ σώµατος ἀλλὰ ποιεῖν τὸ φλέγµα φησίν· ἄνθος δὲ χαλκοῦ καὶ λεπίδα καὶ αὐτὸν τὸν κεκαυµένον χαλκὸν καὶ χαµαίδρυν καὶ χαµαιλέοντα εἰς ὕδωρ ἀναλύειν τὸ σῶµα καὶ τοὺς ὑδερικοὺς ὑπὸ τούτων οὐ καθαιροµένους ὀνίνασθαι ἀλλὰ κενουµένους συναυξόντων δηλαδὴ τὸ πάθος. εἰ γὰρ οὐ κενοῖ τὸ περιεχόµενον ἐν τοῖς σώµασιν ὑδατῶδες ὑγρὸν ἀλλ’ αὐτὸ γεννᾷ, τῷ νοσήµατι προστιµωρεῖται. καὶ µέν γε καὶ ἡ σκαµµωνία πρὸς τῷ µὴ κενοῦν ἐκ τοῦ σώµατος τῶν ἰκτερικῶν τὴν χολὴν ἔτι καὶ τὸ χρηστὸν αἷµα χολὴν ἐργαζοµένη καὶ συντήκουσα τὸ σῶµα καὶ τηλικαῦτα κακὰ δρῶσα καὶ τὸ πάθος ἐπαύξουσα κατά γε τὸν ᾿Ασκληπιάδου λόγον ὅµως ἐναργῶς ὁρᾶται πολλοὺς ὠφελοῦσα. ναί, φησίν, ὀνίνανται µέν, ἀλλ’ αὐτῷ µόνῳ τῷ λόγῳ τῆς κενώσεως. καὶ µὴν εἰ φλέγµατος ἀγωγὸν αὐτοῖς δοίης φάρµακον, οὐκ ὀνήσονται. καὶ τοῦθ’ οὕτως ἐναργές ἐστιν, ὥστε καὶ οἱ ἀπὸ µόνης τῆς ἐµπειρίας ὁρµώµενοι γιγνώσκουσιν αὐτό. καίτοι τούτοις γε τοῖς ἀνδράσιν αὐτὸ δὴ τοῦτ’ ἔστι φιλοσόφηµα, τὸ µηδενὶ λόγῳ πιστεύειν ἀλλὰ µόνοις τοῖς ἐναργῶς φαινοµένοις. ἐκεῖνοι µὲν οὖν σωφρονοῦσιν· ᾿Ασκληπιάδης δὲ παραπαίει ταῖς αἰσθήσεσιν ἡµᾶς ἀπιστεῖν κελεύων, ἔνθα τὸ φαινόµενον ἀνατρέπει σαφῶς αὐτοῦ τὰς ὑποθέσεις. καίτοι µακρῷ γ’ ἦν ἄµεινον οὐχ ὁµόσε χωρεῖν τοῖς φαινοµένοις ἀλλ’ ἐκείνοις ἀναθέσθαι τὸ πᾶν. ἆρ’ οὖν ταῦτα µόνον ἐναργῶς µάχεται τοῖς ᾿Ασκληπιάδου δόγµασιν ἢ καὶ τὸ θέρους µὲν πλείονα κενοῦσθαι τὴν ξανθὴν χολὴν ὑπὸ τῶν αὐτῶν φαρµάκων, χειµῶνος δὲ τὸ φλέγµα, καὶ νεανίσκῳ µὲν πλείονα τὴν χολήν, πρεσβύτῃ δὲ τὸ φλέγµα; φαίνεται γὰρ ἕκαστον ἕλκειν τὴν οὖσαν, οὐκ αὐτὸ γεννᾶν τὴν οὐκ οὖσαν. εἰ γοῦν ἐθελήσαις νεανίσκῳ τινὶ τῶν ἰσχνῶν καὶ θερµῶν ὥρᾳ θέρους µήτ’ ἀργῶς βεβιωκότι µήτ’ ἐν πλησµονῇ φλέγµατος ἀγωγὸν δοῦναι φάρµακον, ὀλίγιστον µὲν καὶ µετὰ βίας πολλῆς ἐκκενώσεις τοῦ χυµοῦ, βλάψεις δ’ ἐσχάτως τὸν ἄνθρωπον· ἔµπαλιν δ’ εἰ χολαγωγὸν δοίης, καὶ πάµπολυ κενώσεις καὶ βλάψεις οὐδέν. ἆρ’ ἀπιστοῦµεν ἔτι τῷ µὴ οὐχ ἕκαστον τῶν φαρµάκων ἐπάγεσθαι τὸν οἰκεῖον ἑαυτῷ χυµόν; ἴσως φήσουσιν οἱ ἀπ’ ᾿Ασκληπιάδου, µᾶλλον δ’ οὐκ ἴσως, ἀλλὰ πάντως ἀπιστεῖν ἐροῦσιν, ἵνα µὴ προδῶσι τὰ φίλτατα.