Фактически, Платон описывает переход и превращение аристократии в тимократию следующим образом: Φέρε τοίνυν, ἦν δ᾽ ἐγώ, πειρώμεθα λέγειν τίνα τρόπον τιμοκρατία γένοιτ᾽ ἂν ἐξ ἀριστοκρατίας. ἢ τόδε μὲν ἁπλοῦν, ὅτι πᾶσα πολιτεία μεταβάλλει ἐξ αὐτοῦ τοῦ ἔχοντος τὰς ἀρχάς, ὅταν ἐν αὐτῷ τούτῳ στάσις ἐγγένηται: ὁμονοοῦντος δέ, κἂν πάνυ ὀλίγον ᾖ, ἀδύνατον κινηθῆναι; ἔστι γὰρ οὕτω. πῶς οὖν δή, εἶπον, ὦ Γλαύκων, ἡ πόλις ἡμῖν κινηθήσεται, καὶ πῇ στασιάσουσιν οἱ ἐπίκουροι καὶ οἱ ἄρχοντες πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτούς; ἢ βούλει, ὥσπερ Ὅμηρος, εὐχώμεθα ταῖς Μούσαις εἰπεῖν ἡμῖν «ὅπως δὴ «πρῶτον» στάσις «ἔμπεσε”ὁμ. Ιλ. 1.6, καὶ φῶμεν αὐτὰς τραγικῶς ὡς πρὸς παῖδας ἡμᾶς παιζούσας καὶ ἐρεσχηλούσας, ὡς δὴ σπουδῇ λεγούσας, ὑψηλολογουμένας λέγειν; πῶς; ὧδέ πως. χαλεπὸν μὲν κινηθῆναι πόλιν οὕτω συστᾶσαν: ἀλλ᾽ ἐπεὶ γενομένῳ παντὶ φθορά ἐστιν, οὐδ᾽ ἡ τοιαύτη σύστασις τὸν ἅπαντα μενεῖ χρόνον, ἀλλὰ λυθήσεται. λύσις δὲ ἥδε: οὐ μόνον φυτοῖς ἐγγείοις, ἀλλὰ καὶ ἐν ἐπιγείοις ζῴοις φορὰ καὶ ἀφορία ψυχῆς τε καὶ σωμάτων γίγνονται, ὅταν περιτροπαὶ ἑκάστοις κύκλων περιφορὰς συνάπτωσι, βραχυβίοις μὲν βραχυπόρους, ἐναντίοις δὲ ἐναντίας. γένους δὲ ὑμετέρου εὐγονίας τε καὶ ἀφορίας, καίπερ ὄντες σοφοί, οὓς ἡγεμόνας πόλεως ἐπαιδεύσασθε, οὐδὲν μᾶλλον λογισμῷ μετ᾽ αἰσθήσεως τεύξονται, ἀλλὰ πάρεισιν αὐτοὺς καὶ γεννήσουσι παῖδάς ποτε οὐ δέον. ἔστι δὲ θείῳ μὲν γεννητῷ περίοδος ἣν ἀριθμὸς περιλαμβάνει τέλειος, ἀνθρωπείῳ δὲ κ. τ. έ. Далее следует фигура, которая из-за своей сложности превратилась в пословицу, о которой говорится в Excursus iv. Затем Сократ продолжает: ξύμπας δὲ οὗτος ἀριθμὸς γεωμετρικός, τοιούτου κύριος, ἀμεινόνων τε καὶ χειρόνων γενέσεων, ἃς ὅταν ἀγνοήσαντες ὑμῖν οἱ φύλακες συνοικίζωσιν νύμφας νυμφίοις παρὰ καιρόν, οὐκ εὐφυεῖς οὐδ᾽ εὐτυχεῖς παῖδες ἔσονται: ὧν καταστήσουσι μὲν τοὺς ἀρίστους οἱ πρότεροι, ὅμως δὲ ὄντες ἀνάξιοι, εἰς τὰς τῶν πατέρων αὖ δυνάμεις ἐλθόντες, ἡμῶν πρῶτον ἄρξονται ἀμελεῖν φύλακες ὄντες, παρ᾽ ἔλαττον τοῦ δέοντος ἡγησάμενοι τὰ μουσικῆς, δεύτερον δὲ τὰ γυμναστικῆς, ὅθεν ἀμουσότεροι γενήσονται ὑμῖν οἱ νέοι. ἐκ δὲ τούτων ἄρχοντες οὐ πάνυ φυλακικοὶ καταστήσονται πρὸς τὸ δοκιμάζειν τὰ Ἡσιόδου τε καὶ τὰ παρ᾽ὑμῖν γένη, χρυσοῦν τε καὶ ἀργυροῦν καὶ χαλκοῦν καὶ σιδηροῦν: ὁμοῦ δὲ μιγέντος σιδηροῦ ἀργυρῷ καὶ χαλκοῦ χρυσῷ ἀνομοιότης ἐγγενήσεται καὶ ἀνωμαλία ἀνάρμοστος, ἃ γενόμενα, οὗ ἂν ἐγγένηται, ἀεὶ τίκτει πόλεμον καὶ ἔχθραν. «ταύτης τοι γενεῆς”ὁμ. Ιλ. 6.211 χρὴ φάναι εἶναι στάσιν, ὅπου ἂν γίγνηται ἀεί. καὶ ὀρθῶς γ᾽, ἔφη, αὐτὰς ἀποκρίνεσθαι φήσομεν. καὶ γάρ, ἦν δ᾽ ἐγώ, ἀνάγκη μούσας γε οὔσας. τί οὖν, ἦ δ᾽ ὅς, τὸ μετὰ τοῦτο λέγουσιν αἱ Μοῦσαι; στάσεως, ἦν δ᾽ ἐγώ, γενομένης εἱλκέτην ἄρα ἑκατέρω τὼ γένει, τὸ μὲν σιδηροῦν καὶ χαλκοῦν ἐπὶ χρηματισμὸν καὶ γῆς κτῆσιν καὶ οἰκίας χρυσίου τε καὶ ἀργύρου, τὼ δ᾽ αὖ, τὸ χρυσοῦν τε καὶ ἀργυροῦν, ἅτε οὐ πενομένω ἀλλὰ φύσει ὄντε πλουσίω, τὰς ψυχὰς ἐπὶ τὴν ἀρετὴν καὶ τὴν ἀρχαίαν κατάστασιν ἠγέτην: βιαζομένων δὲ καὶ ἀντιτεινόντων ἀλλήλοις, εἰς μέσον ὡμολόγησαν γῆν μὲν καὶ οἰκίας κατανειμαμένους ἰδιώσασθαι, τοὺς δὲ πρὶν φυλαττομένους ὑπ᾽ αὐτῶν ὡς ἐλευθέρους φίλους τε καὶ τροφέας, δουλωσάμενοι τότε περιοίκους τε καὶ οἰκέτας ἔχοντες, αὐτοὶ πολέμου τε καὶ φυλακῆς αὐτῶν ἐπιμελεῖσθαι. δοκεῖ μοι, ἔφη, αὕτη ἡ μετάβασις ἐντεῦθεν γίγνεσθαι. οὐκοῦν, ἦν δ᾽ ἐγώ, ἐν μέσῳ τις ἂν εἴη ἀριστοκρατίας τε καὶ ὀλιγαρχίας αὕτη ἡ πολιτεία; πάνυ μὲν οὖν. Cf. ρ. 545, C. sqq. St.
То, что этот разговор о гибели лучшей республики является политическим со всех сторон, можно показать следующим образом: Когда Платон хотел объяснить разрушение совершенной республики, он исходил из такого взгляда, что взял за правило разрушение всех государств, сколько бы их ни было, учил, что государства должны быть разрушены, когда в них возникли разногласия между теми, кто держит власть, и их нельзя сдвинуть с места, когда они объединены, даже если их число очень мало. Затем он объясняет, как возникли разногласия между самими судьями и теми, кого έπικουρους упоминает в этом отрывке. Все они, несомненно, принадлежат к республике. Но если эти вещи относятся к республике, то из этого следует, что предшествующая часть рассуждения, к которой эти вещи, как предполагается, относятся, также принадлежит республике. Это также следует из отрывка в Аристотеле, Pol. Book V. c. X. с Bekker. Vol. II. P. 1316. в котором он критикует последних: Εν δέ τή πολιτεία λέγεται μέν περί των μεταβολών ύπό τού Σωκράτους, ού μέντοι λέγεται καλώς» τής τε γάρ άρίστης πολιτείας καί πρώτης ούσης ον λέγει τήν μεταβολήν ιδίως, et paulo serius: ἀλλ᾽αύτη τι αν ίδιος ειη μεταβολή τής ύπ έκείνου λεγομένης άρίστης πολιτείας μάλλον ή τών άλλων πασών; «Для изучения гимнастического искусства следует ссылаться на то же самое, что происходит от другого». Ибо из-за пренебрежения этими искусствами философ повторяет гибель республики, и таким образом становится очевидным, насколько велика часть республики, но особенно музыка.